/   /   /  1 Corinthiens 9     

1 Corinthiens 9
Nouveau Testament Grec SBL


1 Οὐκ εἰμὶ ⸂ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος⸃; οὐχὶ ⸀Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ;
2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, ἡ γὰρ σφραγίς ⸂μου τῆς⸃ ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.
3 Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ⸂ἐστιν αὕτη⸃.
4 μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ ⸀πεῖν;
5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς;
6 ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν ⸀μὴ ἐργάζεσθαι;
7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ⸂τὸν καρπὸν⸃ αὐτοῦ οὐκ ἐσθίει; ⸀τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;
8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ ⸂καὶ ὁ νόμος ταῦτα οὐ⸃ λέγει;
9 ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ ⸀κημώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ,
10 ἢ δι’ ἡμᾶς πάντως λέγει; δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ⸂ὀφείλει ἐπ’ ἐλπίδι⸃ ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ⸂ἐπ’ ἐλπίδι τοῦ μετέχειν⸃.
11 εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;
12 εἰ ἄλλοι τῆς ⸂ὑμῶν ἐξουσίας⸃ μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή ⸂τινα ἐγκοπὴν⸃ δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
13 οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι ⸀τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ ⸀παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται;
14 οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν.
15 Ἐγὼ δὲ ⸂οὐ κέχρημαι οὐδενὶ⸃ τούτων. οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ—τὸ καύχημά μου ⸂οὐδεὶς κενώσει⸃.
16 ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ ⸀γάρ μοί ἐστιν ἐὰν μὴ ⸀εὐαγγελίσωμαι.
17 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.
18 τίς οὖν ⸀μού ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ ⸀εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω·
20 καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ⸂μὴ ὢν αὐτὸς ὑπὸ νόμον⸃, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·
21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος ⸀θεοῦ ἀλλ’ ἔννομος ⸀Χριστοῦ, ἵνα ⸀κερδάνω ⸀τοὺς ἀνόμους·
22 ἐγενόμην τοῖς ⸀ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν ⸀γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω.
23 ⸀πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.
24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε ἵνα καταλάβητε.
25 πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.
26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων·
27 ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.

Télécharger l'application Bible.audio

Soutenez bible.audio

Afficher un passage

Veuillez saisir un passage.

Chercher dans la Bible








Partager


© 2010 by the Society of Biblical Literature and Logos Bible Software

JE FAIS UN DON POUR CHRÉTIENS TV