/   /   /  Psaume 56:9     

Psaumes 56.9
Septante


Confiance dans la détresse

1 εἰς τὸ τέλος μὴ διαφθείρῃς τῷ Δαυιδ εἰς στηλογραφίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαουλ εἰς τὸ σπήλαιον.
2 ἐλέησόν με ὁ θεός ἐλέησόν με ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ ἕως οὗ παρέλθῃ ἡ ἀνομία.
3 κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον τὸν θεὸν τὸν εὐεργετήσαντά με.
4 ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με διάψαλμα ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ.
5 καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων ἐκοιμήθην τεταραγμένος υἱοὶ ἀνθρώπων οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.
6 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
7 παγίδα ἡτοίμασαν τοῖς ποσίν μου καὶ κατέκαμψαν τὴν ψυχήν μου ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν διάψαλμα.
8 ἑτοίμη ἡ καρδία μου ὁ θεός ἑτοίμη ἡ καρδία μου ᾄσομαι καὶ ψαλῶ.
9 ἐξεγέρθητι ἡ δόξα μου ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα ἐξεγερθήσομαι ὄρθρου.
10 ἐξομολογήσομαί σοι ἐν λαοῖς κύριε ψαλῶ σοι ἐν ἔθνεσιν.
11 ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.
12 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

Télécharger l'application Bible.audio

Soutenez bible.audio

Afficher un passage

Veuillez saisir un passage.

Chercher dans la Bible







Partager


Cette Bible est dans le domaine public.

JE FAIS UN DON POUR CHRÉTIENS TV