/   /   /  Psaume 30:8     

Psaumes 30.8
Septante


Louange après la délivrance

1 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ ἐκστάσεως.
2 ἐπὶ σοί κύριε ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.
3 κλῖνον πρός με τὸ οὖς σου τάχυνον τοῦ ἐξελέσθαι με γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με.
4 ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με.
5 ἐξάξεις με ἐκ παγίδος ταύτης ἧς ἔκρυψάν μοι ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου.
6 εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου ἐλυτρώσω με κύριε ὁ θεὸς τῆς ἀληθείας.
7 ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διὰ κενῆς ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα.
8 ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου.
9 καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.
10 ἐλέησόν με κύριε ὅτι θλίβομαι ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου ἡ ψυχή μου καὶ ἡ γαστήρ μου.
11 ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν.
12 παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσίν μου σφόδρα καὶ φόβος τοῖς γνωστοῖς μου οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ’ ἐμοῦ.
13 ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός.

Télécharger l'application Bible.audio

Soutenez bible.audio

Afficher un passage

Veuillez saisir un passage.

Chercher dans la Bible







Partager


Cette Bible est dans le domaine public.

JE FAIS UN DON POUR CHRÉTIENS TV