/   /   /  Psaume 47:5     

Psaumes 47.5
Septante


La souveraineté de Dieu

1 ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορε δευτέρᾳ σαββάτου.
2 μέγας κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν ὄρει ἁγίῳ αὐτοῦ.
3 εὖ ῥιζῶν ἀγαλλιάματι πάσης τῆς γῆς ὄρη Σιων τὰ πλευρὰ τοῦ βορρᾶ ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου.
4 ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται ὅταν ἀντιλαμβάνηται αὐτῆς.
5 ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν ἤλθοσαν ἐπὶ τὸ αὐτό.
6 αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν ἐταράχθησαν ἐσαλεύθησαν.
7 τρόμος ἐπελάβετο αὐτῶν ἐκεῖ ὠδῖνες ὡς τικτούσης.
8 ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσις.
9 καθάπερ ἠκούσαμεν οὕτως εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων ἐν πόλει τοῦ θεοῦ ἡμῶν ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα διάψαλμα.
10 ὑπελάβομεν ὁ θεός τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου.

Télécharger l'application Bible.audio

Soutenez bible.audio

Afficher un passage

Veuillez saisir un passage.

Chercher dans la Bible







Partager


Cette Bible est dans le domaine public.

JE FAIS UN DON POUR CHRÉTIENS TV